•  

    Semaines du 21 mai au 25 juin :

     

    Voici les vers proposés !

     

    Bon courage à tous, c'est la fin de ce défi !

     

     

     

     

    (Le délai proposé est plus long que d'habitude pour encourager ceux qui ont peu de

     

    temps de participer, s'ils le souhaitent !)

     

     

     

     

     

    αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο,

     τευχηστὰς δ᾽ Ἄρηος, ἐπακτῆρας δὲ Χιτώνης

     Ἀρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους·

     ἐκ δὲ Διὸς βασιλῆες, ἐπεὶ Διὸς οὐδὲν ἀνάκτων 80

     θειότερον· τῷ καί σφε τεὴν ἐκρίναο λάξιν.

     δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δ᾽ αὐτός

    ἄκρῃσ᾽ ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκῃσι 

    λαὸν ὑπὸ σκολιῇσ᾽ οἵ τ᾽ ἔμπαλιν ἰθύνουσιν·

    ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δ᾽ ἅλις ὄλβον, 85

    πᾶσι μέν, οὐ μάλα δ᾽ ἶσον· ἔοικε δὲ τεκμήρασθαι

    ἡμετέρῳ μεδέοντι· περιπρὸ γὰρ εὐρὺ βέβηκεν.

    ἑσπέριος κεῖνός γε τελεῖ τά κεν ἦρι νοήσῃ,

    ἑσπέριος τὰ μέγιστα, τὰ μείονα δ᾽ εὖτε νοήσῃ·

    οἱ δὲ τὰ μὲν πλειῶνι, τὰ δ᾽ οὐχ ἑνί, τῶν δ᾽ ἀπὸ πάμπαν 90

    αὐτὸς ἄνην ἐκόλουσας, ἐνέκλασσας δὲ μενοινήν.

    χαῖρε μέγα, Κρονίδη πανυπέρτατε, δῶτορ ἐάων,

    δῶτορ ἀπημονίης· τεὰ δ᾽ ἔργματα τίς κεν ἀείδοι;

    οὐ γένετ᾽, οὐκ ἔσται· τίς κεν Διὸς ἔργματ᾽ ἀείσει;

    χαῖρε, πάτερ, χαῖρ᾽ αὖθι· δίδου δ᾽ ἀρετήν τ᾽ ἄφενός τε· 95

    οὔτ᾽ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν,

    οὔτ᾽ ἀρετὴ ἀφένοιο· δίδου δ᾽ ἀρετήν τε καὶ ὄλβον.

     

     

     

     

     

     


    votre commentaire


    Suivre le flux RSS des articles de cette rubrique
    Suivre le flux RSS des commentaires de cette rubrique