• Page 3, Odyssée, Chant V, Vers 7-12

    Défi traduction, défi dessin ! 

    Vous pouvez envoyer par mail vos traductions de ces vers du 19 au 26 mars,

    vos dessins du 26 mars au 2 avril !

    Profitez-en bien !

     

     

    Ἠὼς δ᾽ ἐκ λεχέων παρ᾽ ἀγαυοῦ Τιθωνοῖο

    ὤρνυθ᾽, ἵν᾽ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·

    οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δ᾽ ἄρα τοῖσι

    Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.

    τοῖσι δ᾽ Ἀθηναίη λέγε κήδεα πόλλ᾽ Ὀδυσῆος               v.5   

    μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·

     

    "Ζεῦ πάτερ ἠδ᾽ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,          v.7

    μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω                  v.8

    σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,       v.9

    ἀλλ᾽ αἰεὶ χαλεπός τ᾽ εἴη καὶ αἴσυλα ῥέζοι·                   v.10        

    ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο                           v.11

    λαῶν οἷσιν ἄνασσε, πατὴρ δ᾽ ὣς ἤπιος ἦεν.                 v.12